ΨΑΛΜΟΣ 46 – ΧΕΙΡΟΚΡΟΤΗΣΤΕ ΤΟΝ ΚΥΡΙΟ, ΤΟ ΜΕΓΑΛΟ ΒΑΣΙΛΙΑ
Κάθισμα 7
1 Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορὲ ψαλμός.
2 Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.
3 ὅτι Κύριος ὕψιστος, φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
4 ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν·
5 ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ἰακώβ, ἣν ἠγάπησεν. (διάψαλμα).
6 ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.
7 ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε, ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε,
8 ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός, ψάλατε συνετῶς.
9 ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη, ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.
10 ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἁβραάμ, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.
Ερμηνείες Ψαλμού
α1 Ὁ Θεός τό φρούριον ἡμῶν”.
α2 Γιά νά ἀνακόπτη ὁ Θεός τίς φυσικές καταστροφές. (Ὁμαδική προσευχή).
γ Γιά νά εἰρηνεύση ὁ ὑπηρέτης ἤ ὁ δοῦλος ὅταν φύγη ἀπό τό ἀφεντικό του καί νά βρῆ δουλειά.
θ “Πρός δοξολογίαν καί ἐν γένει πρός λατρείαν τοῦ Θεοῦ ἐν οἷς ἐκτίθενται αἱ τοῦ Θεοῦ ἰδιότητες. Ἡ δύναμις, ἡ μεγαλειότης, ἡ δόξα καί ἄλλαι ἰδιότητές Του”.
Μετάφραση – Ερμηνεία
1 Στον πρωτοψάλτη· ψαλμός για τη συγγένεια του Κορέ.